Ancient Greek · ~2 min
Column 7
Philodemus, P.Herc. 182 7-2
Not analysed yet
δ μ ὥστ' ἐπεὶ τῶν ἄλλων ἡ διάθεσις τὰς ἄλλας ἔχει διαφοράς, μὴ πρότερον αὐταῖς ἢ θυμωθῆναι χρῆσθαι. κἂν λέγηι Τιμασαγόρας ἀνεπιλογίστους αὐτοὺς γεγονέναι τῶν παθῶν, καίπερ ἔχοντες ἐπιδεικνύειν καὶ τῶν ἀποβαινόντων ἃ γνωστὰ σαρκὸς θησόμεθ', ὅμως, ἐπειδὴ δέον, τοῖς προσφερομένοις τοὺς παραλογισμοὺς ὑποδείξαντας, οὕτω δεῖ τὴν εἰλικρίνειαν ἐπιλογίσασθαι τοῦ κακοῦ, καθάπερ καὶ ἐπὶ τῆς ἐρ ωτικῆς εἰώθαμεν ποιεῖν ἐπιθυμίας. τότε δὴ πᾶν τὸ λυποῦν αὐτοὺς ἐξαριθμοῦμεν καὶ τὰ παρακολουθοῦντα δυσχερέστατα κοι νῆι, ἔστι δ' ὅτε καὶ τὰ ἰδίαι λυπήσαντα κακά. νυνεὶ δ' ἐροῦμεν τὰ τῆς ὀργῆς συμπτώ