Ancient Greek · ~3 min
Column 8
Philodemus, P.Herc. 182 8-2
Not analysed yet
ματ' εἶνα ί πως ὁμοιότατα, κἂν περι ττότερόν τινες καταφρον ούμενοί πως ἐπὶ πᾶσιν οργίζωνται, καὶ τὰ συμ πτώματα τοῦ πάθους εἶναι πᾶσι κοινὰ οὔτε νέοις οὔ τε γέρουσιν οὐσῶν εὐλαβειῶν πο οσω τ σονο πρ ετπα οι τῶι θυ ωνοργ ποτ πανω υ α γειν εἰ πα ομου λλον ὡσπερεὶ συνκείμενον ἐξ ἐκπυρώσεως καὶ διοιδήσεως καὶ διερεθισμοῦ καὶ βριμώσεως καὶ δεινῆς ἐπιθυμίας τοῦ μετελθεῖν καὶ ἀγωνίας, εἰ δυνήσεται, καθάπερ ἀποδηλοῦσ ι ν αἱ φωναὶ τοτὲ μὲν εὐχομένων περιζώσασθαι τοῖς ἐντέροις τοῦ λυπήσαντος, τοτὲ δ' ὠμὰ δάσασθαι· εἶτ' ἐπὶ τὰς διαδιδομένας τῶι σώματι κεινήσεις ἀσταθεῖς, οἷον λέγω τὴν ὑπὸ τῆς κραυγῆς διάστασιν τοῦ πλεύμονος σὺν αὐταῖς πλευραῖς, τὸ μετεωρότερον ἆσθμα τῶν χίλια δεδραμηκότων στάδια καὶ τὴν πήδησιν τῆς καρδί