Ancient Greek · ~3 min
Column 20
Philodemus, P.Herc. 220, 451, 1078/1080, 1669, 1693 20
Not analysed yet
κα δοκεῖν εἶναι, ὅμως δ' ἄδικα παρὰ τὰ δοξαζόμενα πρὸς τῶν πολλῶν οὐκ εἶναι, τοὺς δ' ὑπολαμβάνοντας ὡ μοιῶσθαι τοῖς καταφρονοῦσι τῶν νομισμάτων, οἷς χρώμεθα, ζητοῦσι δ' ἕτερα, κἂν ἐξῆι δ' ἄλλα κατανοῆσαι, τὴν ζήτησιν αὐτῶν οὐδὲν ἄχρηστον εἶναι. Χρήσασθαι γὰρ οὐχ οἷόν τε τοῖς εὑρεθεῖσι διὰ τὸ μήτε τὰς πόλεις ἂν παραδέξασθαι μήτ' ἂν α ὐ τοὺς σώζεσθαι παρὰ ταῦτά τι πράττοντας. Ὑπὸ δὲ τῆς ῥητορικ ῆς οὐδετέραι, ὥσ περ δοκεῖ, ἀλλὰ τοῦτον ἡμεῖς τὸν τρόπο ν οὔτε μάλιστά φαμεν ζη τ εῖσθαι καὶ παραδίδοσθαί τισιν οὔθ' ὑπὸ μόνης τὴν πολιτικήν. Τὰ μὲν γὰρ δίκαια καὶ ἀγαθὰ καὶ καλὰ ταὐτὰ τοῖς ὑπὸ τῶν πολλῶν νοουμένοις εἶναί φασιν οἱ καθ' ἡμᾶς φιλο σοφοῦν τε ς αὐτῶι μόνον παρα λλάττοντες ἐκείνων τῶι μ ὴ παθητικῶς μόνον ἀλλ' ἐπιλογιστικῶς αὐτὰ κατανοεῖν καὶ μὴ πολλάκις αὐτῶν λήθην λαμβάνειν,