Ancient Greek · ~3 min
Column 21
Philodemus, P.Herc. 220, 451, 1078/1080, 1669, 1693 21
Not analysed yet
ἀλλὰ παραμετρεῖν ἀεὶ πρὸς τὰ ἀδ ιάφορα τὰ τ ὴν τῶν πρώτων ἀγαθῶν ἐπέχοντα χώραν. Τὰ δὲ ποιητικὰ τῶν τελῶν οὐ ταὐτὰ τοῖς πολλοῖς εἶναι δοξάζουσιν οἷον ἀρχὰς καὶ πολιτείας καὶ καταστροφὰς ἐθνῶν καὶ πᾶν, εἴ τι τούτοις ὅμοιόν ἐστιν. Παραπλησίως δὲ καὶ τὰ νοούμενα κατὰ τὰς βλεπομένας προλήψεις ὑπ' αὐτῶν καὶ δίκαια καὶ καλὰ τίθεμεν εἶ ν αι, περὶ δὲ τῶν εἰς τὰς προλήψεις ἐναρμοττόντων παραλλάττομεν ἤδη τ ῆς τῶν ὄχλω ν δόξης ερ ιω πιθα νὴν υα ης ωι ονο αντοδ νων αζ συμ ου δε στ αυτοι ναι ἀλλήλους ονε τη ποιητικῶν καὶ τ ούτοις τὸ δίκαιον καὶ καλὸν ἐναρμόττοντ ες. Καὶ γὰρ βίους συνίστανται μαχομένους ἀλλήλοις καὶ π ράξεις διαφερούσας, ἀλλ' οὐ θ ὲν ἧττον ἐν ταὐτῶι στρέ φον 33 ται