Ancient Greek · ~3 min
Column 23
Philodemus, P.Herc. 220, 451, 1078/1080, 1669, 1693 23
Not analysed yet
θεματίζοντες τὰ κα τ' ἀλήθειαν ἀγαθὰ καὶ κακὰ καὶ δίκαια καὶ ἄδικα ταὐτὸν ἂν ἐπάσχομεν, ἐπειδὴ τὰ μέν ἐστι συμφέροντα κἀικείνοις, οὐ μόνον ἡμῖν, κἂν ὑπολαμβάνηται τοιαῦτ' εἶναι, κἂν μή; τὰ δ' ὄντως ἐστὶν νομίσματα καὶ τὴν ἐξ ἑαυτῶν οὐκ ἀποδώσει χρείαν παρὰ τῶν νομισάντων, ἐὰν μὴ παραπλησίως ἐκείνοις αὐτὰ θεματίζωμεν. Οὐδὲ γὰρ εἰ τὰ θερμὰ καὶ ψυχρὰ κατ' ἀλήθειαν οὐχ ὑπολαμβανόντων ἡμεῖς ἔφα μεν εἶναι. Παραπλήσιον δέ τι τοῖς περὶ τῶν νομισμάτων διαφερομέ νοις πο τ' ἐν δεχόμενον παραπίπτειν, καὶ πῶς τὴν κρίσιν αὐτῶν καὶ τὴν τούτων ζήτησιν καὶ τ ὴν εὕρεσιν ἄχρηστ ον λέγειν δεῖ, εἰ κατ' ἀλήθειαν ἦν τινα βελτίω μήτε τῶν πόλεων παραδεξομένων αὐτὰ μήτε τῶν κατανοησάντων σωθῆναι δυνησομένω ν . Οὐθὲν γάρ, οἶμαι, διοίσει τοῖς γε κατ' ἀλή θειαν ὑγιαί