Ancient Greek · ~4 min
Column 24
Philodemus, P.Herc. 220, 451, 1078/1080, 1669, 1693 24
Not analysed yet
νουσιν, ἐὰν ἄλλοι μὴ παραδέχωνται τὰ τὴν ὑγίειαν αὐτοῖς παρασκευάζοντα, οὐδὲ τοῖς περιισταμένοις τὰ πυρὰ καὶ τὰς χιόνας, ἐάν τινες μὴ παραδέχωνται τὰς φύσει προσούσας δυνάμεις ἔχειν αὐτά. Τὸ δὲ δὴ μηδ' αὐτοὺς σωθήσεσθαι λέγειν ὑπὸ τῶν φύσει σωτηρίων καὶ παντελῶς ἀ πόπληκτόν ἐστιν. Ἀλλ', οἶμαι, πλανᾶι τό τινας τῶν φιλοσόφων ἁπλῶς ἅπαντα φάσκειν τὰ δίκαια καὶ καλὰ καὶ τὰ τούτοις ἠν αντιωμένα νόμοις μὲν καὶ θέμασιν διαφέρειν, τῶν δὲ διατεινόντων εἰς ἅπαντας οὐδ ὑπόληψιν ουσπει νωτατω οιαυοιστε ς καὶ τοῖς δυν αμένοις τὴν φύσει δικαίου καὶ ἀδίκου χώραν ἔχειν, ὥστ' ἐν τού τωι κατὰ μηθὲν ἀλλάττειν, τὰ δ' ἐναντία τ ὴν τῶν ἐναντίων, ἔνια δὲ κατὰ τόπους καὶ περιστάσεις. Ὅσα δ' οὐκ ὄντα τοιαῦτα τεθεμάτισται παρ ά τισιν δι' ἁςδήποτ' αἰτίας, κ αὶ ταῦτα τηρεῖν ἀξιοῦντας ἢ μεταβαίνειν ἐκ τῶν τόπων, ἐὰν μ ὴ καλῶς ζ ῆ ν οἴωνται· δύνασθαι δ' οὐδὲν ἧττον αὐτοὺς ὁμιλητι