Ancient Greek · ~4 min
Column 26
Philodemus, P.Herc. 220, 451, 1078/1080, 1669, 1693 26
Not analysed yet
ιατο λουν ἀγαθὸν εἶναι, δέξαιτ' ἄν τις, εἰ δοκῶν νοσεῖν ἀναγκάζοιτο τὰς θεραπείας ὑπομένειν, μή τι δή γε τὴν ἀρετήν. Ἀλλὰ τούτων ἄκαιρος μὲν ἡ παρεμβολὴ τοῦ μὴ διδακτὸν εἶναι τὴν ἀρετήν. Οὐ μὴν ἀλλὰ καὶ τὸ τὴν πολιτικὴν ἀρετὴν οὐκ εἶναι διδακτὴν ἀπεδείκνυε Σωκράτης ἐκ τοῦ μήτε Θεμιστοκλέα μ ήτ' Ἀριστείδην μήτε Περικλέα δεδ υνῆσθαι τοὺς υἱούς, οἷοί περ ἦσαν αὐτοί, κατασκευάσαι. Διὰ δὲ ταὐτοῦ συναχθήσεται καὶ τὸ μηδὲ τὴν σοφιστικὴν ῥητορικὴν διδακτὴν εἶναι κ δὲ καὶ φι λ οσοφίαν τ ι καὶ πάν τ α πα λει λ καλο ται δέ τις κ σ σε στου πλέον ὠφελῆσα ι τὴν ῥητορικὴν τῶν ἀπ' αὐτῆς πείθειν δυναμένων τοὺς ἀνθρώπους, ὥς εἰσιν καλοὶ κἀγαθοί. Τοὐναντίον γὰρ ἂν καὶ μέτριος ἦι τις ἄλλως, ὅτι ῥήτωρ, πονηρὸς εἶναι νομίζεται. Δοκείτω δ' οὖν· ἀλλὰ τῆς εὐδαιμονίας οὐ διὰ τὸ δοκεῖν περιγι νομέ 33 νης