Ancient Greek · ~3 min
Column 30
Philodemus, P.Herc. 220, 451, 1078/1080, 1669, 1693 30
Not analysed yet
σθηι σιαν συνίσταται, μαθεῖν οἱ παθόντες δύνανται, μήγ' ὅτι καὶ λύσιν εὑρέσθαι περὶ τοῦτον ἀσχολούμεθα καὶ καταλύομεν ἄχρι τοῦ μηδ' αἴθυγμα ταραχῆς παρεμπί π τειν. Οὐ μὴν ἀλλὰ καὶ τὸν ἐκ τῶν ἀντιδίκων τοῖς αὐτοῖς ὅπλοις, ὡς παρεστήσαμεν, διωθούμεθα. Σωκράτει μέντοι γ' οὐκ ἐβοήθησεν ἡ ἀρετή, καθ' ὅσον οὐ παρῆν, ὡς καὶ προήγαγεν εἰς τὸ δικα σ τήριον, ἥ τινων ἔλλειψις αὐτῆς. Ἰα τ ρικὴ δὲ καὶ δυνάμεις ἄλλαι βοηθοῦσι μὲν κἀν δικαστηρίοις. Ἀδό λ εσχοι δ' ὅμως εἰσὶν οἱ τὰ μηδ' ὑπ ο νοού μ ενα τὴν τῶν ῥητόρων δύναμιν ἔχειν επρακδι 33 ειω ωιοικ νέους ὠφελοῦσι καὶ π ολλοῖς πολλὰς παρέχονται χρείας καὶ φίλους ἔχουσι πολλούς τε καὶ γενναίους καὶ λόγοι ς ἐνθάδε π ου τῶν ῥητόρων μὲν μάλιστα διαφέρο υσι