Ancient Greek · ~3 min
Column 32
Philodemus, P.Herc. 220, 451, 1078/1080, 1669, 1693 32
Not analysed yet
ἀλ 33 λ' οἱ φιλόσοφοι συνγράφουσιν· ὥστ' εἰ διὰ ταῦτα θεὸς ἡ Π ειθὼ προσηκόντως ἐ νο μίσ θ η, διὰ τὴν φιλοσοφίαν ἀπεθεώθη. Τὸ δ ὲ διὰ τὴν δύναμιν αὐτῆς οὐκ ὀλίγα κακ ουργεῖν οὐκ ἐπὶ τῆς φιλοσόφου πειθοῦς ἀληθές ἐστιν ἀλλ' ἐπὶ τῆς ῥητορικῆς, ἀφ' ἧς ἦν καὶ Πεισίστρατος, ὅθεν οὐδὲ κοινοῦται τῆς κατηγορίας, ὧν ἔ φασαν αὐ το ὶ μεγίστων ἀγαθῶν καὶ ὡς φρονοῦντες, ἀρχῆς καὶ πλούτου. Τού τοις μὲν γὰρ μὴ καλῶς χρώμενος πολλά τις ἂν βλά π τοιτο. Διόπ ερ εἰ καὶ μὴ ηκτε λ' οὐδὲ πα δειχλη, διδάσκει τά τε καλὰ καὶ δίκαια καὶ συμφέροντα πείθειν, ὀλίγ ου μήκιστον ἀ φέστηκεν. Ἡ δὲ φιλοσοφία πάν των ἁπλῶς τῶν εἰς τὸν εὐδαίμονα βίον συνεργίαν παρεχομένων καὶ τὴν εὕρεσιν καὶ τὴν χρ ῆ σιν μεταχειρίζεσθαι προείληπται.