Ancient Greek · ~2 min
Column 11
Philodemus, P.Herc. 221, 245, 463 (olim 462), 1423 11
Not analysed yet
τροπικῶς καὶ πεποημένως, ἐν δὲ τῇ προφορᾷ νε αν πα σι Π ερὶ μὲν οὖν τῆς Ἑλληνικῆς ἑρμηνείας, ἣν οἱ μὲν συνάγουσιν ἐν τῶι τὰς ἐθνικάς τε φυλάττειν ἰδιότητας κἀν τῶι μὴ σολοικίζειν -οἱ δὲ βαρβαρίζειν, οἱ δὲ καὶ τὸ τὰς ἐθνικὰς μὴ τηρεῖν σολοικίζειν καλοῦσιν, ἄλλοι δὲ τοῦ βαρβαρίζειν τὸ δασύνειν ἢ ψιλοῦν ἢ ταῖς προσῳδίαις ἑτέρως τῆς συνηθείας ἐκφέρειν διαφέρειν νομίζουσιν -οὐκ εὔκαιρον ἐπὶ μὲν τοῦ παρόντος παρεμβάλλειν τι, ἀλλ' ἱκανὸν λέγειν