Ancient Greek · ~2 min
Column 12
Philodemus, P.Herc. 221, 245, 463 (olim 462), 1423 12
Not analysed yet
τοὺς 33 πλείστους ἐκ πάντων τῶν βυβλίων παρατεθεικέναι σολοικισμοὺς τοὺς σοφιστάς. Διέταξα γοῦν τὸ κεφάλαιον τοῦτο ὕστερον. Οὐ μὴν ἀλλὰ τέχνην οὐκ ἔχει τὸ τοιοῦτο τῆς φράσεως εἶδος, οἵαν δ' οὗτοι θέλουσι, κἀκ τῶν ἄλλων μαθημάτων οὐκ ὀλίγοι παραδεδώκασι. Συλλήβδην δ' εἰπεῖν περὶ ἁπάντων τὸ μὲν μέσως ἐν αὐτοῖς ἀναστρέφεσθαι καὶ περὶ πολλοὺς ἰδεῖν ἔστι τῶν φιλοσόφων, μᾶλλον δὲ καὶ τῶν ἄλλων τῶν περὶ τὴν παιδείαν ἀνεστραμμένων, εἰ μὴ νὴ Δία καὶ τῶν ἄλλων ἁπάντων, οὐχ ὅτι μόνους τοὺς ῥήτορας εἶναι τεχνικοὺς