Ancient Greek · ~3 min
Column 10a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 10a
Not analysed yet
νους· τοὺς δὲ φιλοσόφους, οὓς ἅπαντες προειλήφασιν ἀσφαλεστάτους καὶ σκεπτικωτάτους, τούτων τε ἀμελεῖν καὶ μηδὲ παρὰ τῶν εἰδότων οἵους τ' εἶναι πυνθάνεσ θαι. Τὸ γὰρ αὖ περὶ τῶ ν πολ ειτικῶν πραγμάτων ταῦτα λέγειν αὐτὸν ὑπακούειν ἡμεῖν πάλι ν οὐκ ἐπιτρέπει τά θ' ὑποδείγματα τῆς ἐν τῆι λέξει καχεξίας παρατιθεὶς καὶ προσαγορεύων τὴν διάφευξιν αὐτῶν ὀρθοέπειαν. Οὐ μὴν ἀλλ ὰ τοὺς ῥήτορας εἰ κατορθοῦν ἐν τοῖς ῥητορικοῖς ἔλεγεν, ἢ πρὸς τὸν διαλεκτικὸν ἔλεγεν, οὗ τὸν ἔλεγχον ποιοῦμεν, ὁ δ' ἔφη προσδε ήσεσθαι τῆς ῥητορικῆς, ἢ πρὸς τοὺς ἄ λλους πεπαιδευμένους, μ ᾶλλον δὲ καὶ τεχνείτας ὅ λως, οἳ τὰ τοιαῦ τ α καὶ πλείω τούτ ων ἐν τοῖς ἰδίοις φυλάττεσθαι μανθά