Ancient Greek · ~3 min
Column 11a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 11a
Not analysed yet
νουσιν, ὡ ς καὶ Φίλωνα τὸν ἀ ρχιτέ κ τονα περὶ τῆς σκευοθήκης οὗτος αὐτὸς εἰσήγαγεν δημηγοροῦντα. Σὺν δὲ το ῖς θεοῖς οἵδε τὰς διατριβὰς τῶν ῥητορικῶν ἰσχυροποιήσαντες ἕνεκά γε τῶν διατριβῶν οὔτ' ἤνθησαν οὔτε συνειθίσθησαν περὶ παντὸς ἐπεσκέφθαι καὶ διὰ τοῦτο μὴ προπείπτειν ἢ διορθοῦσθαι τάχιστα. Τ ού τ ου τοιγ αροῦν ὄντος διεξίασι τὸ μερῶν τινὲς μὲν τῆς τέχνης, Ἀθήναιος δὲ τοῦ λόγου τὴν ὑπόκρισιν, καὶ ὅτι μὲν ταῦτά τις ἔχων καὶ σεμνότερος αὐτὸς φαίνεται καὶ προσέχειν μᾶλλον ποιεῖ τὸν ἀκούο ντα καὶ συνιέναι καὶ μνημονεύειν καὶ κεινεῖσθαι παθητικῶς ἄλλων οὐχ ὁμοίως ταῦτα δρώντων, ὁμολογοῦμεν. Ἀλλ' οὐ μὲν τῆι ῥη