Ancient Greek · ~2 min
Column 9a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 9a
Not analysed yet
σιν ἔν τισιν τάχιστα διορθοῦσθαι συνειθισμένους παρεσκευάσθαι καὶ περὶ παντὸς ἐπεσκεμμένους λέγειν καὶ παρὰ τῶν εἰδότων πεπυσμένους, ὥστε τῆς Ἑλλάδοςοὕτως ἠνθηκυίας τότε πεπαιδευμένοις καὶ ποηταῖς ἅπαντας ἁπλῶς ἡττᾶσθαι τῶν σοφιστ ῶν ὀρθοεπείαι, τὸ δ' εἰκῆι λέγειν μηδ' ὅλως τινὰ περιφεύγειν αὐτῶν ἀλλὰ μόνου ς τοὺς διατριβικούς, ὧν εἰκαιολογωτέρους ἑτέρους οὐκ ἄν τις ἐπιδείξειε· καὶ πάντων πολλάκις προπειπτόντων μόνους ἐν ὀλίγοις, εἴπερ ἄρα, καὶ τούτους ἐν τοῖς πρακτοῖς καὶ τοῖς γεγραμμένοις ἀστοχάστους θεωροῦμεν καὶ μόνους, ἃ ποιεῖν ἔφη συνειθίσθαι τοὺς ὑπὲρ ὧν ἡ μ εῖς εἴπαμεν, οὐδενὸς οὐδέποτ' ἐπεσκεμμέ