Ancient Greek · ~3 min
Column 12a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 12a
Not analysed yet
τορικῆι τοῦτο πρέπει διδάσκειν μᾶλλον, ἢ τῆι διαλεκτικῆι καὶ τῆι γραμματικῆι μ αθεῖν ἄν τις ἐπιθυμήσειεν. καὶ δὴ γὰρ ἡ μὲν διαλο γ ῆς, ἡ δ' ἀνα γ νώσεως ἐπαγγ έλ λ εται περιποιεῖν ἐπιστήμην. Καὶ νὴ Δία εἰ μὲν καὶ τὴν ἐν τραγωιδίαι καὶ κωμωιδίαι καὶ μείμοις καὶ τοῖς ἀναλόγοις ὑπόκρισιν περιτιθέασιν τῆι ῥητορικ ῆι ,μακαρίζομεν αὐτοὺς τῆς συνέσεως· εἰ δὲ τοὺς ἐκεῖνα διατιθεμένους ἀπροσδε ήτ ους εἶναι τῆ ς ἀφ' ἑαυτῶν διδασκαλίας νομίζουσιν, ἐπιζητοῦμεν, τί δήποτε κατεγνωκότες ἡμεῖν τὴν ἐν τοῖς ἡμετέροις δέουσαν ὑπόκρισιν οὐκ ἀ πονέμουσιν, ἔτι δὲ μ ᾶλλον ἐκ τίνος ἀντιποιοῦνται τῆς κοινῆς ὑποκρίσεως τῶν ἴδ ιόν τι προφερ ο μένων ἐπιστ ημῶν -ἑκάστου,