Ancient Greek · ~2 min
Column 18a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 18a
Not analysed yet
λησιν συμβουλεύοντα καὶ πλάσμα καὶ τὴν ἄλλην κατασκευὴν δημηγόρου περιβαλλόμενον ἐπ' ἀναγνώστου παιδὸς φωνὴν ἀποδεδ ρακέναι μήτε τόνον μήτε πάθος μήθ' ὑπόκρισιν δυναμένου φέρειν. τοὺς δὲ νῦν οὐ ταὐτὸ μόνον ὁρῶμεν ἔχοντας, ἀλλὰ καὶ τῶν ἐκείνου ποτίμων ἐψειλωμένως τὰ πολλὰ ῥύδην καὶ τόνωι κεκλιμένωι ἢ καὶ διωργισμένως ἐκφέροντας, ὅταν δ' ἦθος ἐμφαίνειν θέλωσι, κοιλοφώνως καὶ πεπλασμένως λαρυγγίζοντας. Ἀλλὰ δὴ τὰ μὲν περὶ τῆς ὑποκρίσεως παραγγέλματα πρώην τισὶν ἐφλυαρήθη, θαυμαστῶς δὲ καὶ τῶν ἡρώων καὶ τῶν μετ' αὐτοὺς ὑπεκρεί ν οντο πολλοί, καθάπερ ἔστιν λαβεῖν τὰ μὲν παρὰ ποιητῶν,