Ancient Greek · ~3 min
Column 19a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 19a
Not analysed yet
τὰ δὲ καὶ παρ' ἱστορικῶν, κἀξ ὧν αὐτοὶ γραπτῶν καταλελοίπασιν. Οἱ δὲ τεχνογράφοι καὶ φανερὸν καθιστᾶσιν τὸ κατ' ἀλήθειαν μὲν ὑπάρχον, ἐπικρυπτόμενον δ' ὑπὸ τῶν πολειτικῶν, ὅτι τοῦ φανῆναι σεμνοὶ καὶ καλοὶ κἀγαθοί, μάλιστα δὲ τοῦ πλανῆσαι τοὺς ἀκούοντας, ἔτι δὲ τοῦ δεινῶσαι μεθοδεύουσι τὰς ὑποκρίσεις, ὧν οὐδενὸς ὁ τῶν ἄλλων τεχνείτης, οὐχ ὅτι τῶν κατὰ φιλοσοφίαν προσδεῖται. Διὸ καὶ τῶν πρός τι τὴν ἐπιτετευγμένην ὑπόκρισιν εἶναί τις λέγων οὐκ ἂν διαμαρτάνοι. Ῥήτορι μὲγ γὰρ ἡ τοιαύτη, τάχα δὲ καὶ τῶι πολειτικῶι, καὶ τῶι σοφιστ ῆι διαφόρως ἑτέρα προσήκει, φιλοσόφωι δ' ἑτέρα, τοῖς δ' ἀπ' ἄλλων μαθημάτων ἄλλη, καὶ νέωι ἐξ ὁμ οίων