Ancient Greek · ~3 min
Column 20a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 20a
Not analysed yet
καὶ γέροντι παραλλάττουσα καὶ γυναικὶ δηλονότι, μᾶλλον δὲ καὶ κατὰ τόπους ἑτεροία πρέπει· παρ' ἄλλοις γὰρ ἄλλη διαχωρεῖ καὶ καταγελᾶται. Προσειλήφθω δ', ὅτι καὶ τὰ πλείω τῶν παρανγελμάτων παιδαγωγοῖς ἔοικεν, οἱ δὲ τὴν τέχνην καὶ διὰ τούτων ὑπολαμβάνουσι μεγαλύνειν. Ἀλλὰ μὴν οἱ μὲν τῶν σοφιστῶν τὰς κοινὰς φρένας ἔχοντες οὐ περὶ τῶν ἐν παντὶ προ βλήματι προοιμίων καὶ διηγήσεων καὶ πίστεων καὶ ὑπεξαιρέσεων καὶ ἐπιλόγων ἑαυτοῖς οἴονται προσήκειν, ἀλλὰ τῶν ἐν τῶι πολειτι κῶι. Τὸ δὲ τῶν παχυτέ ρων πλῆθος, ὡς μόνοις ταῦτ' ἐκπονεῖται, λέγει, διείληφε δὲ οὔτ', εἰ μόνα τὰ πολειτικὰ διὰ τούτων φησὶν προβαίνειν τῶν μερῶν, οὔτ' εἰ