Ancient Greek · ~3 min
Column 21a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 21a
Not analysed yet
πάντα μέν, μόνοι δ' αὐτοὶ τὰς εἰς πάντ' ἐναρμοττούσας μεθόδους ὑπογράφουσιν, οὔτ' εἰ μόνοι περὶ τῶν ἰδίων ἢ μάλιστα πάντων παρέδοσαν, οἱ δ' ἄλλοι παραλελοίπασιν ἢ βραχέως ἐφεστήκασι ταῖς ἰδίως τοῖς ἑαυτῶν ἐμπρέψαι δυναμέναις. Ὧν τὸ μὲν πρῶτον ἄθλιόν ἐστιν, ὅτι σχεδὸν πᾶν σκέμμα διὰ τούτων ἀλλ' οὐ τὸ πολειτικὸν μόνον διοικεῖται· τὸ δὲ δεύτερον, ὅτι περὶ τῶν κατὰ φιλοσοφίαν καὶ γραμματικὴν καὶ μουσικὴν καὶ γεωμετρίαν καὶ τἆλλα τοῖς ὅλοις οὐδὲν οἱ τεχν ολόγοι παραδεδώκασιν· οὐ γὰρ ἦν κοινά τινα τά γε συνέχοντα πάντων παρανγέλματα, οὐδ', εἴπ ερ ἦν, μᾶλλον αὐτοῖς συνεκεχώρητο ἢ διέγνωστο τῶν ἄλλων, ἀλλ' εἰ τὸ κατὰ λόγον ἐξε