Ancient Greek · ~2 min
Column 22a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 22a
Not analysed yet
τάζειν βούλοιτό τις, τοῖς φιλοσόφοις· τ ὸ δὲ τρίτον, ὅτι καὶ τοῖς ἄλλοις μὲν ὑπὲρ τῶν οἰκείων, ἀλλὰ δὴ μάλιστα τοῖς φιλοσόφοις, ὅ θεν τε δεῖ κατῆ χθαι καὶ πῶς ἀποδεικνύειν κἀ κ τίνων τόπων τοὺς ἐνισταμένους εὐθύνειν, ἐκτετεχνολόγηται, διηγήσεσιν δ' ἴσως καὶ τοῖς ἐπιλεγομένοις οὐ δαψιλῶς χρῶνται, πλὴν οὐδ ὲ περὶ τούτων ἀμελέστερον ἐκείνων ἀνεστράφησαν. Τῆς δ' αὐτῆς ἀδιαληψίας ἔχεται καὶ τοῦτο λεγόμενον ὑπό τινων, ὅτι μόνης ἢ μάλιστα τῆς ῥητορικῆς ἐστιν τὸ τοὺς ἐνδεχομένους εἰς ἕκαστον λόγους ἐξευρίσκειν, διὸ καὶ τέλος αὐτῆς τοῦτ' εἶναί τινες ἔφησαν. Πρῶτον μὲν γὰρ οὐδὲν διαφέρει τοῦτο τῆς εὑρέσεως, μᾶλ