Ancient Greek · ~3 min
Column 23a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 23a
Not analysed yet
λον δ' οὐδὲ τὸ περὶ τῶν πέντε τοῦ λόγου μερῶν τῆς εὑρέσεως· εὑρέσεις γάρ εἰσιν αἱ καθ' ἕκαστον ἐπιτεύξεις· οἱ δ' ὡς ποιά τε καὶ φέροντα πρ λ ν τως και ευθυ οι υ τ οὺς ἐνδεχομένους λόγους διαπ δον ι Δεύτερον δέ, εἰ μὲν καὶ πρὸς ἕκαστον τῶν ἐν ἰατρικῆι καὶ μοσσικῆι καὶ γεωμετρίαι καὶ τῶν ἄλλων τοὺς ἐνδεχομένους εὑρίσκειν λόγους φασὶ τὴν ῥητορικήν, τὰ πάντ' αὐτὴν εἶναι νομίζουσι, καὶ δηλονότι φαίνονται κατὰ τὴν ἐπανγελίαν πρὸς πάντ' εὐποροῦντες· οὐδὲ γάρ, ὡς ἤδη πολλάκις εἴπαμεν, αὐτοῖς προσήκει τὰς κοινὰς περὶ πάντων μεθόδους παρεγγυᾶν μᾶλλον ἤ τισιν τῶν ἄλλων, οὐδ' εἰσὶ μὲν κοιναὶ περὶ πάν