Ancient Greek · ~2 min
Column 24a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 24a
Not analysed yet
των ἀλλ' ἴδιαι καθ' ἑκάστην ἐπιστήμην αἵ γε συνέχουσαι· καὶ γὰρ ἔστιν ἐν ἑτοίμωι λέγειν, ἧς ἂν ἐπιβαίν ω σι, τοῖς ἀπ' αὐτῆς τεχνείταις ἀντιποιεῖσθαι τῆς εὑρέσεως τῶν ἐν τοῖς ῥητορικοῖς ἐνδεχομένων λόγων. Ἄλλως δὲ οὐδὲ τῶν φιλοσόφων τοὺς κατ' ἄλλην φιλοσοφίαν πρὸς ἕκαστ ον ἐνδεχομένους λόγους εὑρίσκειν δυναμένων, ἀθλιότης βαθεῖα τοὺς ἐν ἑτερογενεῖ τέχνηι προσποιεῖσθαι καὶ τὸ πέρας, οὐδὲ ἐφήρμοσταί τι τοῖς ἄλλοις ἐν ταῖς τεχνολογίαις αὐτῶν ἀλλὰ τοῖς πολειτικοῖς μόνον προβλήμασιν. Ἅ γὰρ αὖ περὶ τῶν θετικῶν λέγουσιν, ἡδονῆς μὲν γέμει πολλῆς, οὐκ εὔκαιρα δ' ἐστὶν νῦν ἐξετά ζ εσθαι· τὸ δὲ τοσοῦτο καὶ νῦν εἰπεῖν ἀπό