Ancient Greek · ~2 min
Column 25a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 25a
Not analysed yet
χρη, δι ό τι κατὰ τέχνην καὶ μάθησιν ἑκάστην ἔστι τινὰ καὶ περὶ ἀορίστων κα ὶ περὶ ὡρισμένων, ὑπὲρ ὧν ἑκατέρου τοὺς ἐνδεχομένους ἐξευρεῖν λόγους μόνων ἐστὶ τῶν καθ' ἑκάστην ἐπιστημ όνων, ὥστε καὶ ῥητόρων τὰ κατὰ τὴν ῥητορικὴν ὡρισμένα καὶ ἀόριστα· τὸ δὲ τῶν ἄλλων τινὸς ἀντιποιεῖσθαι μαργειτομανίας ὅρους ἵστησιν. Ἐξέστω τοιγαροῦν καὶ τέλος ἀποφαίνεσθαι τῆς ῥητορικῆς, εἰ καὶ καταγέλαστον, τὸ τοὺς ἐνδεχομένους εἰς ἕκαστον πρόβλημα ῥητορικὸν ἐξευρίσκειν καὶ λέγειν· τὸ δὲ πρὸς ἕκαστον ἁπλῶς δεσμῶν ἔχει χρείαν. Ἐ κ π εριουσίας δὲ λέγωμεν ἡμεῖς τὸ μηθὲν ἀγαθὸν ὑπάρχειν,