Ancient Greek · ~2 min
Column 26a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 26a
Not analysed yet
εἴπερ ἐστὶ δυνατόν, εὑρησιλογεῖν δύνασθαι, κἂν ἦι τὸ φαυλότ α τον ἀλλὰ μὴ μόνον τὸ χρήσιμον, εἰ καὶ τὸ τὴν διάθεσιν ἔχειν ἐ πί τινων, ἀφ' ἧς εὑρεθήσετα ι, τειμιώτατον. εἰ δὲ περὶ τῶν κατὰ τὰς κοινὰς αἰσθήσεις ἐπιβλεπομένων, κἂν ὑπὸ παιδὸς ἐλενχθείης ἂν τὸ δὴ λεγόμενον. Χωρὶς γὰρ τοῦ φιλοσοφίας ἀντιποιήσασθαι δῆλον ὡς ὁ τοὺς ἐνόντας οὕτ ως εὑρίσκων λόγους ὀφείλει καὶ τοὺς ἀναγκαίους εἰδέναι καὶ τοὺς ἐνδεχομένους μέν, οὐ μὴν ἀνανκαίους· ἔνεισι γὰρ ἑκάτεροι. Τὸ δὲ τί δι' ἀναγκαίων καὶ τί δι' ἐνδεχομένων περαίνεται, πολλοῦ δεδεήκασι γεινώσκειν, εἰ καὶ κτυποῦσιν ἐν τοῖς συμβουλευτικοῖς τόποις τὰς ὀνο