Ancient Greek · ~3 min
Column 27a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 27a
Not analysed yet
μασίας. Ἔτι δὲ πρότερον, τί δυνατόν ἐστιν γενέσθαι καὶ τί τοῖς ὅλοις ἀδύνατον, ἐπίστασθαι προσῆκον -ὅπως ἂν τὸ μὲν εἰς τὸν λόγον παραλάβωσι τὸ δ' ὑπερβῶσι, μανία δὲ πολλὴ τὸ περιάπτειν αὑτοῖς τὰ διὰ μέσης θε ω ρούμενα φυσιολογίας. Καὶ μᾶλλον δὲ κοινότερον· εἴ τι τοὺς ἀληθεῖς ἐνεῖναι συμβέβηκεν, οὐχὶ τοὺς ψευδεῖς καὶ ματαίους, ἀνάγκη κρίσιν αὐτοὺς ἔχειν τἀληθοῦς τε καὶ ψευδοῦς, ο ὗ πολὺ μᾶλλον ἢ πτερ ῶ ν ἐνδεοῦσιν, ἐπεὶ καὶ τὸ περὶ τοῦ δίκαιον εἶναι τόδε τι καὶ σῶφρον καὶ γενναῖον καὶ μεγαλόψυχον καὶ φιλικὸν καὶ πρὸς θεοὺς εὐσεβὲς καὶ πρὸς εὐεργέτας εὐχάριστον καὶ τὸ προσῆκον ἁπλῶς ἁπάσαις ταῖς ἀρεταῖς ἐξευρίσκειν