Ancient Greek · ~3 min
Column 28a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 28a
Not analysed yet
φάναι τοὺς -ὡς ὄνος λύρας -τῶν φύσει καὶ κατ' ἀλήθειαν ἀρετῶν ἐπηισθημένους εὐηθία νομίζειν. Εἰ δ' ἐροῦσι τὰ φαινόμενα τοῖς πολλοῖς τοιαῦτ' εἶναι, καὶ ἀληθῆ καὶ δυνατὰ καὶ ἀναγκαῖα μόνον ἐξευρίσκειν καὶ τὰ πιθανότητ' ἔχον τα, χωρὶς τοῦ μηδὲν ἕτ ερον λέγειν ἢ τὸ τοὺς ἐνόντας πολειτικοὺς λόγους ἐξευρίσκειν τὸν πολειτικόν, οὐδ' ἕστηκεν τὰ φαινόμενα τοῖς πολλοῖς, ὥστ' ἐκπεσοῦνται πολλάκις, ὃ καὶ συμβαῖνον θεωροῦμεν. Τοὺς δὲ πιθανοὺς εἰ μὲν πάλιν τοὺς τοῖς πολλοῖς φανησομένους λαμβάνουσι, ταὐτὰ ῥητέον, εἰ δὲ τοὺς συνενγίζοντας τοῖς οὖσιν ἢ καὶ τοὺς προχείρως εἰς συνκατάθεσιν ἐπισπωμένους, ὄντας ὅτι μὴ τῶν ὄντως τοιούτων ἐπιγινωσκομένων αὐτοῖς, οὐδέτερον