Ancient Greek · ~3 min
Column 29a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 29a
Not analysed yet
κατανοηθήσεται τῶν εἰρημένων. Ἴσως δέ τις ἐρεῖ μηδ' ὅλως τὴν δύναμιν, ἀφ' ἧς ἔστι τὰ πολειτικὰ πάντα καὶ τὰ σοφιστικὰ τῶν ῥητόρων ἐξευρίσκειν καὶ λέγειν, ὄφελος ἔχειν τι πρὸς τὴν μηθενὸς ἀνθρώπου μακαρίαν ζωήν· ἐγὼ δ' ἐκείνους τοὺς σοφιστὰς μηδὲ πολλοσ τὸν ἐξευρίσκειν τῶν ἐνδεχο 12. -μένων ἐν τοῖς πολειτ ικ οῖς, ὅσον ἐπὶ ταῖς τεχνολογίαις. Πάλι δ' ἕτερος μὲν φήσει καὶ τοὺς μεγάλους σοφιστὰς ἐν τοῖς σο φ ιστικοῖς ἀδυνατεῖν, ὡς καὶ τὰς ἐκδεδομένας ὑπ' αὐτῶν ἂν τέχνας καὶ τὰ παραπλήσια διασαφεῖν· ἐγὼ δὲ τοὺς μὲν ἀληθεῖς λόγους οὔτε τοὺς σοφιστὰς οὔτε τοὺς πολειτικοὺς ῥήτορας ἀνευρίσκειν ἅπαντας, ἀλλὰ καὶ τοὺς πλείονας ψευδεῖς, οὔτε τοὺς τὸν ἀγαθὸν εἰς συνκατάθεσιν ἐπισπασα