Ancient Greek · ~3 min
Column 30a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 30a
Not analysed yet
μένους πιθανοὺς ἀλλὰ τοὺς πλείους τὸν φαυλότατον, καὶ τὰ πλ εῖστα λέγειν ἔξω τῶν ἐνδεχομένων ὄν τα παραλογιζόμενα δὲ τοὺς ἀκούοντας, εἴπε ρ τὸ προκείμενόν τις τυγχάν ει τάχ' ἀνείς. Πάντας δὲ τοὺς ἐνόντας ἐξεύρο ι τις οὐκ ἂν ἀπό τινος ἐπιπτώσεως τυχικῆς, ὅτι τε παρὰ τούτους οὐδέν ἐστιν ἕτερον εἰπεῖν, ἀδυνατήσειν, ἐπειδὴ φιλοσοφωτέρας ἐστὶ καὶ βαθείας γ ε συνέσεως τὸ τοιοῦτον. Ἀλλὰ ταῦτα μὲν ἀξιωθήσεταί τινος ἔτι λόγου καὶ κατ' ἄλλα μέρη τῆς διεξόδου. Νῦν δὲ κἀκεῖνα διαληπτέον αὐτῶν, ὅτι τῶν προβλημάτων τὰ μέν ἐστιν δικανικά, τὰ δὲ συνβουλευτικά, τὰ δὲ περὶ τοὺς ἐπαίνους καὶ ψόγους, ὧν τὰ μὲν συνέχειν ἔφασαν τὰς πρὸς ἀλλήλους ἐπιπλοκάς, τὰ δ' ὑ