Ancient Greek · ~2 min
Column 31a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 31a
Not analysed yet
πογράφειν τὰ συμφέροντα πᾶσιν, τὰ δ' ἐπὶ τὰς ἀρετὰς προτρέπειν καὶ τῶν κακιῶν ἀπαλλάττειν. Περὶ μὲν οὖν τῶν δικανικῶν καὶ συμβουλευτικῶν εἰς ἄλλον καιρὸν ἐπιτηδειότερον ὑπερθησόμεθα -καὶ γὰρ ὑπ' αὐτῶν ἀδολεσχότερον ἐκεῖ παλιλλογεῖται -πλὴν τοσοῦτ' εἰπεῖν, ὅτι τὸ δικανικὸν οὐ δήπου δικανικὸν λέγουσιν ἢ τοὐναντίον ἀκούσονται παρ' ἐνίων ἀλλὰ δικαστηριακόν, καὶ πάλι τὸ συμβουλευτικὸν οὐ τοῖς κατὰ μέρος ἀνθρώποις ὑπὲρ τῶν εἰς βίον μακάριον ἀνηκόντων, ἵνα μὴ φανερὰ ψεύδ ωνται καὶ φῆι τις αὐτοὺς πρῶ τον ἑαυτοῖς τἀναντιώτατα συμβεβουλευκέναι τὴν ζωιὴν ταύτην ἑλομένοις, ἀλλὰ δήμωι καὶ πλήθεσιν κοινῶς περὶ τῶν πολει