Ancient Greek · ~3 min
Column 32a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 32a
Not analysed yet
τικῶν λεγομένων πραγμάτων, καὶ διότι τούτων ἑκάτερον οὐχ ὑπὸ τῶν σοφιστῶν καὶ ἀπὸ τῆς τέχνης ἀλλ' ὑπ' ἄλλων γίνετ αι καὶ κατὰ δύναμιν ἄλλην. Ὑπὲρ δὲ τῶν κατὰ τοὺς ἐπ αίνους καὶ ψόγους νῦν λέγωμεν, ὅτι τοῖς πολειτικοῖς τῶν ῥητόρων παρασπείρεται μὲν οὐκ ὀλίγων ἐγκώμια καὶ ψόγοι, καθ' ἑαυτὰ δ' οὐ ποιεῖται, μᾶλλον δ' οὐδὲ παραπλήσαι τοῖς τῶν σοφιστῶν ἐστιν οὐδὲ περί τινων γείνεται ἄλλων ἢ τῶν ἀνατεινόντων εἰς τὸ κοινόν, οὐδ' ὅλως ἀντιποιοῦνται μόνοι τοῦ τινὰς ἐπαινεῖν καὶ ψέγειν δύνασθαι· τὸ δὲ σοφιστικὸν γένος τοῦτ' ἐπαγγέλλεται, πρὸς ὃ καὶ λαλήσομεν ἐπὶ τοὺς ἐκδεδομένους ὑπ' αὐτῶν λόγους ἀναφέροντες. Εἰ μὲν οὖν, ὥσπερ ἔνιοι περιδρά τ τον