Ancient Greek · ~3 min
Column 33a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 33a
Not analysed yet
ται, μόνοι φασὶ πᾶν ὅλως πρᾶγμα δύναμιν ἔχειν ἐπαινεῖν καὶ ψέγειν, ἄξιον πυθέσθαι, πότερον ταὐτὸ λέγουσιν, ὅταν μὲν θελήσωσιν, ἐνκωμιάζειν, ὅταν δὲ βουληθῶσι, ψέγειν, ἢ τὰ μὲν ἐπαινετὰ μόνον ἐνκωμιάζειν, τὰ δὲ ψεκτὰ μόνον ψέγειν. Εἰ μὲν γὰρ τὸ πρότερον, μετὰ τῆς ἀποπληξίας τοῦ τὰ ψεκτὰ μὲν ἐγκωμιάζειν, τὰ δ' ἐπαινετὰ ψέγειν -οὐδ' ἔστιν ἔπαινος οὐδὲ ψόγος τῶν οὐκ ἐχόντων, ἅ τις φήσει· πολλὰ δὲ οὐδ' ὅλως ἔπαινον ἢ ψόγον ἐπιδέχεται τῶν πραγμάτων· εἰ δὲ τὸ δεύτερον, οὐ μόνον τὴν σοφίαν αὑτοῖς ἀπονέμουσιν ἀλλὰ καὶ τὴν εἴδησιν, ὧν ἕκαστον ὠφελημάτων καὶ βλαμμάτων παρασκευάζει, καὶ θεωροῦνται πολλὰ μὲν τῶν ἐπαινετῶν ψέγοντες, οὐκ ὀλίγα δὲ τῶν