Ancient Greek · ~2 min
Column 34a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 34a
Not analysed yet
ψεκτῶν ἐπαινοῦ ντες. Εἰ μέντοι γε τῶν θεῶν καὶ τῶν ἡρώων ἐγκώμια δύνασθαι ποιεῖν ἐπαγγέλλονται, τῶν δ' ἀνθρώπων τοὺς μὲν εὐλογεῖν, τοὺς δὲ δυσφημεῖν, καὶ τοὺς αὐτοὺς, ὅταν προέλωνται, ποιεῖν ἑκάτερον, ἡμεῖς φήσομεν χωρὶς τοῦ καὶ ἀναισθήτων οὐχ οἷον ἀλόγων ζώων αὐτοὺς ἐνκώμια πεποιηκέναι, διότι θεῶν μὲν οὐδεὶς οὐδ' ἡρώων ἐνκωμίου δεῖται τοῦ παρ' ἀνθρώπων, ἔστιν τε πᾶν ἔλαττον αὐτῶν, καὶ τὸ κατατευχθέν, ἀπρεπέστατον δὲ τὸ γεινόμενον ὑπὸ τῶν σοφιστῶν. Διὸ καὶ λέγουσιν Ἀριστοτέλην ἤ τινα μέντοι πρὸς Ἀναξιμένην ἤ τινα δήποτ' εἰπεῖν τῶν σοφιστῶν εἴτε Ἀρτέμιδος εἴτ' Ἀθηνᾶς ἐνκώμιον γράψαντα καὶ σεμνυνό