Ancient Greek · ~2 min
Column 35a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 35a
Not analysed yet
μενον 'οὐκ οἴει γὰρ' εἰπεῖν 'ἐάν ποτ' ἔρις γένηται τῶν θεῶν ὡς πρότερον, ἐρεῖν τὴν Ἀφροδείτην· καλὸν γὰρ ἐγκώμιόν σου καὶ ὁ δεῖνα ἐποίησεν'; τὸ δὲ τῶν ἀλόγων ζώων τὰ μὲν ἐνκωμιάζειν τὰ δὲ ψέγειν οὐδὲν ἡμῶν τοὺς βίους ὠφελεῖ διὰ τὸ μήτ' αἰσθάνεσθαι τῶν λεγομένων αὐτά, μήτ' ἐπιδέχεσθαι μετάθεσιν ἐκ τῆς οἰκείας φύσεως. Ἄνθρωποι δὲ προτρέπονται μὲν ἐπὶ τὸ σπουδαῖ ον ὑπό τινων ἐπαίνων καὶ τῶν κακῶν ἀφίστανται διά τινας ψόγους. Ἀλλ' οἱ ῥητορικοὶ σοφισταὶ Βουσείριδας καὶ Πολυφήμους καὶ τοιούτους ἄλλους ἐγκωμιάζοντες τὰ τῶν ἀγαθῶν ἔπαθλα κοινοποιοῦσι καὶ πολλοὺς εἶναι πονηροὺς προτρέ πονται. Καὶ προκρείνοντες ἐν ταῖς συμβλή