Ancient Greek · ~2 min
Column 36a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 36a
Not analysed yet
σεσιν Πηνελόπης Κλυταιμνήστραν καὶ τὸν Πάριν Ἀλέξανδρον Ἕκτορος ἀφανίζουσι τὰς ἀρετὰς τῶν ἀγαθῶν, ὅσον ἐφ' αὑτοῖς, οὐδ' αὐτοὶ μέντοι γε ἀπὸ διαθέσεως αὐξητικῆς μὲν τῶν ἀρετηφόρων ἀνδρῶν, μειωτικῆς δὲ τῶν πονηρῶν, τοὺς μὲν ἐγκωμιάζειν τοὺς δὲ ψέγειν ἐπιχειροῦσιν ἀλλ' ἢ διὰ κέρδος ἢ διὰ φόβον ἢ δυνάμεως ἐπίδειξιν ποιούμενοι, κἂν ἄρα ποτὲ τῶν ἀγαθῶν τινας ἐνκωμιάζωσι καὶ τῶν ἀτόπων κατηγορῶσιν, οὐ τῶν κατ' ἀλήθειαν ὄντων ἀλλὰ τῶν τοῖς πολλοῖς νομιζομένων καὶ καθόλου τῶν τὰς δημώδεις ἀρετὰς καὶ κακίας ἐχόντων· εἰ γὰρ αὖ τῶν ὄντων ὡς ἀληθῶς, κἂν τὰς κατὰ φύσιν ἀρετὰς