Ancient Greek · ~2 min
Column 37a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 37a
Not analysed yet
καὶ κακίας ἤιδεσαν καὶ πολὺ πρότερον αὐτοὶ τὰς μὲν ἐκέκτηντο, τῶν δ' ἐκαθάρευον. οὐ μὴν ἀλλ' ἐπεὶ πρᾶγμα καθ' ἑαυτὸ τοῖς ὅλοις οὐθ έ ν ἐστιν ἐπαινετὸν ἢ ψεκτὸν ἀλλὰ γείνεται τὸ μέν, καθόσον ὁμολογεῖ τῶι τέλει τῶν ἀγαθῶν, τὸ δέ, καθόσον τῶι τῶν κακῶν, ὁ μὴ ταῦτ' ἐγνωκὼς ἐπιλελογισμένως οὐδὲ κατὰ τὴν ἀναφορὰν τὴν ἐπ' αὐτὰ διορίζειν δυνήσεται τὰ λαμβανόμενα, πρὸς τοὺς ἐπαίνους, ὃ δὴ καὶ γινόμενον ἐπὶ τούτων ὁρῶμεν. οὔτε γὰρ ἐπὶ τοῖς ἅπαντι λ υσιτελοῦσιν οὔτ' ἐπὶ τοῖς παρ' ἡμᾶς ἐπαινοῦσι, πολλὰ δ' οὐδ' ὅλως ἀγαθοῦ φύσιν ἔχοντα παραλαμβάνουσι, τινὰ δὲ