Ancient Greek · ~2 min
Column 38a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 38a
Not analysed yet
καὶ κ ακοῦ καὶ μεγάλου πολλάκις, ἐνδιατρείβουσίν τε μᾶλλον ἢ συμφέρει τοῖς ἐπαινουμένοις, ἔστιν δ' ὅτε χαύνωσιν ἐργάζονται διὰ τὰς τῶν μετρίων ἐξονκώσεις καὶ κατὰ πρόσωπον ἐξυμνοῦντες εἰς μεγάλας ἄγουσιν διατροπάς· ἀστοχοῦσιν δὲ καὶ τῶν συνακουόντων προσώπων καὶ τῶν ἰδίων καὶ τῶν περιστάσεων, ἐν αἷς διατίθενται τοὺς ἐπαίνους· ἀγνοοῦσιν δὲ καὶ πότε χάριν τῶν ἐπαινουμένων ἐνκωμιαστέον καὶ πότε χάριν ἄλλων καὶ πότε ἡμῶν αὐτῶν καὶ πάν θ' ὅλως ἅπερ ἡμεῖς ἀναγκαίαν ἔχοντα χώραν πρὸς τοὺς ὀνησιφόρους ὕμνους ἐν τ ῶι περὶ ἐπαίνου λόγωι διαστέλ