Ancient Greek · ~2 min
Column 39
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 39
Not analysed yet
λομεν. Ὑπακουέσθω δὲ τὰ τοῖς εἰρημένοις ἀντίστροφα καὶ ἐπὶ τῶν ψόγων. Ἄλλως δὲ τούτοις παρακολουθεῖ τὸ μηδέσιν ποτ' ἐνκωμιάζουσι πιστεύεσθαι τάληθῆ λέγειν διὰ τὸ καὶ πονηροὺς ἐπαινεῖν, πολλάκις δὲ καὶ μᾶλλον, καὶ τοὺς αὐτούς, οὕς ποτε ἔψεξαν, πάλιν ἐπαινεῖν, τοὺς δὲ καὶ ἐπὶ τοῖς αὐτοῖς, οὐ μόνον δὲ τῶν εἰς εὐδαιμονίαν ἢ κακοδαιμον ίαν ἀνηκόντων ἀδυ νατοῦσιν ἐνκώμια διατίθεσθαι καὶ ψόγους ἀλλὰ καὶ τῶν κατὰ τὰς ἄλλας ἐπιστήμας καὶ δυνάμεις ἐξεχόντων ἢ ἀποτετευγμένων, εἰ μὴ τὸ περὶ ὧν οὐδ' ἐννο ίας ἔχουσιν, δυσφημεῖν ἐνκωμιάζειν καὶ ψέγειν καὶ καλῶς ἑκάτερον προσα