Ancient Greek · ~3 min
Column 40a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 40a
Not analysed yet
γορεύουσιν. Ἀλλὰ μὴν οὐδ' ἐφ' οἷς ἐπαινοῦσι καὶ ψέγουσιν εἴ δησις ἔστ αι καὶ τοῖς αὐ χοῦσιν ἀνηκέστως· ἡττῶνται δ' οὐδὲ π οιηταὶ καὶ μάλισθ' ὅσοι θεοὺς καθυμνοῦσι, τάχα δ' οὐδὲ τῶν φιλοσόφων ἔνιοι. Τί γὰρ πάλιν δεῖ λέγειν, ὅτι πᾶσίν ἐστι ν ἐξουσία τὸ κατὰ μηδεμίαν αἰτίαν μόνοις ἀποδεδομένον τοῖς ῥητορικοῖς σοφισταῖς; Ἐὰν δ' εἰς ἐκεῖνο καταντήσωσιν, ὅτι τὰ τοιαῦτα ἐνκώμια λέγειν καὶ γράφειν οἴδασιν, οἷα περιφέρεται, καὶ τοὺς τοιούτους ψόγους, οἵους παρειλήφαμεν -εἰ δὲ βούλονται, καὶ μόνοις συγχωρήσο μεν. Ἴσον γάρ ἐστιν, οἶμαι, τὰ τῶν ῥητορικῶν ἔργα τῶν ῥη τορικῶν εἶναι. Περὶ μέντοι τοῦ χρησιμεύειν τι τοῖς ἐνκωμιαζομένοις