Ancient Greek · ~3 min
Column 41a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 41a
Not analysed yet
καὶ ψεγομένοις ἢ τοῖς ἄλλοις ἀνθρώποις διαμφισβητήσομεν οὐδένα θεωροῦντες ἐπανορθούμενον δι' αὐτῶν οὐδ' ἐπινοοῦντες, πῶς ἂν δύναιντο. Καὶ μὴν ὁ Δημήτριος μετὰ τοῦ σοφιστικοῦ γένους τῶν λόγων προστ ιθεὶς τῶι δημηγορικῶι καὶ δικανικῶι τὸν ἐντευκτικὸν ἅπασιν, εἰ μὲν λαμβάνει τὸν τοῖς πλήθεσιν ἐντευκτικὸν καὶ τὸν κατὰ πρεσβείαν τοῖς δυνάσταις, ἐχέ τ ω μὲν ἐπὶ τοῦ παρόντος· ὃ γὰρ ἐκ τούτων ἀγαθὸν γείνεται, μετὰ ταῦτα ἀποψόμεθα· διότι δὲ τ αὐτοῦ καὶ ταῦτα καὶ τὸ σοφιστικὸν εἶδος ἐποίησεν, λεγέσθω διαμαρτάνειν. Εἰ δὲ τὸν περὶ τῆς ἀληθείας λόγον ἴδιον ἡμῶν ὄντα καὶ π οικίλως ἐπιδεικνύμενον τῶν φιλοσόφων ἀφαιρούμενος τοῖς ῥητορικοῖς ἀνατίθησι, τὴν ἐν τοῖς πολειτικοῖς ἑαυ