Ancient Greek · ~2 min
Column 8a
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 8a
Not analysed yet
τορικῶν διατριβῶν. Διὸ μηκέτι θαυμάζωμεν τὸ μόνας τάξασθαι τὸ πεπαιδευμένως διαλέγεσθαί τισιν ἢ ἀπαιδεύτως, ὃ καὶ αὐτὸ θεῖναι τετόλμηκεν, ὥσπερ τῶν διατριβῶν πάσας τὰς παιδείας διδασκουσῶν, ἢ τῶν γραμματικῶν καὶ μουσικῶν καὶ γεωμετρικῶν -τί γὰρ δεῖ φιλοσόφων εἰπεῖν; -τὰ κατὰ τὰς ἰδίας μαθήσεις οὐ πεπαιδευμένως λαλούντων, ἢ μυρίων ἐνγεγηρακότων ταῖς διατριβαῖς οὐκ ἀπείρως παιδείας ἁπάσης διαλεγομένων. Εἰ γὰρ αὖ τὸ ῥητορικῶς λαλεῖν μόνο ν ἐκάλει πεπαιδευμένως, ὁλόχρυσος ἦν. Ἀμέλει δὲ καὶ φαίνεται τοιοῦτος, ὅτε καὶ μάλιστα τῶν λοιπῶν ὀρθοεπεῖν φησι τούτους καὶ πᾶσαν εἰκαιότητα δια φεύγειν, κἂν προπέσ ω