Ancient Greek · ~5 min
Column 118
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 118
Not analysed yet
ἄλλωι τόπωι κατοψόμεθα. Περὶ τοίνυν τῆς διὰ τῶν μουσικῶν τοῦ θείου τιμ ῆ ς ε ἴ ρ ηται μὲν αὐταρκῶς καὶ πρότερον, καὶ πάλιν τινὰ ῥηθήσεται*· τὰ δὲ τοσαῦτα λεγέσθω καὶ νῦν, ὅτι τὸ δαιμόνιον μὲν οὐ προσδεῖταί τινος τιμῆς, *ἡμῖν δὲ φυσ ικόν ἐστιν αὐτὸ τιμᾶν μάλιστα μὲν ὁσίαις ὑπολήψεσιν *,ἔπειτα δὲ καὶ τοῖς κατὰ τὸ πάτριον παραδεδομένοις ἑκάστωι τῶν κατὰ μέρος· μουσικὴ δ' οὐκ ἐντ έτακται*· διόπερ οὐδὲ συνάγεται τὸ τοῖς κατὰ μέρος αὐτὴν χρησιμεύειν, ἀλλ' ,εἴπερ ἄρ α, τῶι δημοσίωι *· καὶ τούτωι δ' οὔτε πᾶν εἶδος αὐτῆς οὔτε ὅσον ποτὲ παρα λα μ βάνεται διαπεποικιλ μένον, ἀλλὰ σ πουδαιό τατον, καὶ οὐχ ὑπὸ πάντων, ἀ λλ’ ὑπὸ τινῶν Ἑλλήνων καὶ κατὰ ἐνίους καίρουσ*, καὶ τοίνυν διὰ μισθωτῶν ἀνθρώπ ων. Καὶ πολλάς τ' ἐροῦμεν ἐμπειρίας κατὰ τὸν λόγον πρὸς τιμὴν τοῦ θείου συνεργεῖν, καὶ μᾶλλόν γε καὶ πολλῶι πλείονος ὠνίας γινομένας, καὶ διαμονίμως, τῆς μουσικῆς ἤδη π ρός γε τὰ τοιαῦτα παρηιτημένης ὅσον μὴ κατὰ τοὺς ἀγῶνασ*· ἀλλὰ δὴ καὶ πάλαι τῶν ποημάτων ἦν ἡ πλείστη δόσις, οὐχὶ τῶν μελῶν καὶ τῶν κρουσέων. Περ ὶ δὲ τοῦ θεωρεῖν καὶ τοῦ θεατοῦ καὶ τοῦ θεάτρου καὶ σιο εἴρηκε ἀρχαιοτ άτην· μᾶλλον δ' ἀπὸ τοῦ θεωρ ε ῖν τοῦτο