Ancient Greek · ~5 min
Column 119
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 119
Not analysed yet
ἐπωνομάσθαι φήσ ει τις καὶ ἀπὸ τοῦ θεῖν τὸ θεωρεῖν καὶ τὸν θεατὴν καὶ τὸ θέατρον (οὐ γὰρ ἐπικοινωνεῖ τὸ θεῖον αὐτοῖς μᾶλλον ἢ τὸ θεῖν’, καὶ τὰ θεάματα συνάγεσθαι τῆς τιμῆς ἕνεκα παρ ειλῆφθαι τῶν θεῶν*, ἀλλ' οὐ τὴν μουσικήν, ἀκουστι κ ὴ ν ὑπάρχουσαν*· μᾶλλον δ' ἀπὸ τοῦ ταῖς ὄψεσιν ὁρᾶν καὶ τῆι διανοίαι προσηγορεῦσθαι ταῦτ α Ἐπεὶ δὲ ἀποχρώντως καὶ περὶ τοῦ διὰ μουσικῆς παιδεύεσθαι λέλεκται*, περὶ τῶν ἐγκωμίων αὐτὰ ταῦτ' εἴπωμεν ὅτι καὶ ὑπὸ τῶν ποιημάτων ἐγίνετο (ἀλλ' οὐχ ὑπὸ τῶν κατὰ μουσικ ὴν τὴν νῦν ἐξεταζομένηνʼ, καὶ ὑπ' ἐκείνων εὐτελῶς, καὶ ἀνονήτως τοῖς ἐπαινουμένοις· καὶ τοῦτο καὶ τῶν ῥητορικῶν ἐστι καὶ καθόλου τῶν συγγραφέων κοινόν . Εἰς δὲ τοὺς γάμου ς καὶ μάγειροι καὶ δημιουργοὶ παραλαμβάνονται, καὶ τὰ ποιήματ' ἐστίν, οὐχ ἡ μουσική, τὰ τὴν εἰρημένην ὑπ' αὐτοῦ παρεχόμενα χρείαν ἐν τοῖς ὑμεναίοισ* (καὶ βραχεῖά τις ἀπαρχὴ τοῦ γένους ἐγίνετο, καὶ παρὰ τισίν, ἀλλ' οὐχ ἅπασιν*, καὶ τοῖς γαμοῦσιν, οὐχὶ καὶ τοῖς ἄλλοις’, εἰ δὴ καὶ γάμος ἁπλῶς ἀγαθὸ ν ἂν λέγοιτο. Νῦν δ' ,ἤδη σχεδὸν καὶ παντάπασι καταλελυμένων τῶν ἐπιθαλαμίων, ὅτ ι τοὔλαττον ἔχομεν οὐκ ἄν τις ἀποδώηι*. Καὶ μὴν τό γε ἐρωτικὸν πάθος ο ὔ τ ι ὅσιον, ἀλλὰ π μη νου καθάπερ ν · καὶ εἴρηΙΒ