Ancient Greek · ~5 min
Column 120
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 120
Not analysed yet
ται δὲ καὶ ὑπὸ τούτου ταραχῶδες ὑπάρχειν . Οὔθ' ἃ γίνεσθαί φησι διὰ μουσικῆς συντελεῖτ', ἀλλ' ὑπὸ τῶν ποιημάτων, οὔτε βοηθεῖται διὰ μουσικῆς καὶ ποητικῆς ἔρως, ἀλλ' ὑπὸ τῶν πλείστων καὶ τοῖς πλείστοις ἐκκαίεται (καὶ τὰ γίνεσθαι δ' ἐν τοῖς ἐρωτικοῖς ὑπὸ τούτου λεγόμενα παρίστησιν ἑκάτερον’, ἐφισταμένου δὲ δ ο. καὶ παντάπασι. Καὶ τοὺς θ ρ ήνους μέντοι ποιήματ' εἶναι συμβέβηκε καὶ τοῖς ὅλοις οὐδὲν ἰατρεύειν τῆς λύπης, ἀλλ' ἐνίοτε καὶ ἐπίσχειν*, τὰ πολλὰ δὲ ἐπιτείνειν*, καὶ δὴ πρὸς τοῦτο τῶν γραφόντων ἁμ ιλλωμένων, εὐτ α ξίαν δὲ καὶ εὐσχημοσύνη ν ἐν τού τοις μὴ πα ρακολουθ εῖν, ἀλλὰ τοὐναντίον, εἰς ὑπερπλήρωσιν ἐκκαλουμένων, μουσικῆς γε οὐδ' ἐπιδεχομένης. Ἀλλὰ μὴν ἱκανὰ μ ὲν περὶ τῆς πρὸς τοὺς πολέμ ους συνεργίας προγέγραπται, ἄλλα δὲ καὶ λαληθήσεται πρὸς ἄ λ λους φιλοσόφο υς . Τὸ δὲ τῶν ἀθλημάτων γένος οὔθ' ὑπὸ πάντων ἐπασκεῖ ται* (κοινὴν δ' ἡμεῖς ἐπιζητοῦμεν εὐχρηστίαν, οὐχὶ καθ' ἕκαστονʼ, οὔτ' ἀγαθὸν ἔχε ι ἔτι τι τοῖς ὅλοις, οὔτε συνεργεῖται πρὸς τῆς σάλπι γ γ ο ς ο ὐδέν · ἡγοῦμαι δ' ἤδη πρὸς ἑτέρων ἐμπειριῶν καὶ πάνυ ταπεινῶν καὶ ἀναισχύν των· ἡ δὲ καὶ τούτων α α ισται