Ancient Greek · ~5 min
Column 121
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 121
Not analysed yet
γων τοῖς περὶ τῶν ἀθλημάτων, κἂν ἡμᾶς ὑπ' αὐτῆς ὁμολο γῶ τέρπεσθαι*, καὶ διότι περι ηιρημένης ὀρχήσεως ἐκ τῶν δραμάτων οὐδὲν ἔχομεν ἔλαττον*, ἐπειδήπερ οὐδὲν ἦν ἐν οὐδεμίαι πρὸς τὸ καλὸν καὶ γενναῖον συνέργημα. Ταῖς δὲ θηλείαις, εἰ καὶ τὰ ποήματα κατὰ τὸ συνέχον ἐποήθη*, τοσοῦτον ἀπέχω τοῦ χρήσιμόν τι νομίζειν περιγίνεσθαι διὰ μουσικῆς πρὸς γενναιότητα καὶ σωφροσύνην καὶ εὐταξίαν*, ὥστε καὶ λείαν ἐπισφαλὲς πείθομαι καὶ ὕποπτον τὸ δίδαγμα μήποτε πολλὴν ἀφορμὴν διδῶι πρὸς ἀκολασίαν καὶ ἀταξίαν βακχευούσαις, ὧν ὑπομνήσω που προβαίνων. *νῦν δὲ μεταβὰς λέγω διότι τ ῶ ν συνηγμένων ὑπὸ Διογένους τὸ ἄνωθεν φύσει τὸ μέλος ἔχειν τι κινητικὸ ν καὶ παραστατικὸν πρὸς τὰς πρ άξεις, εἰ μὲν ὑπὸ τῆς π ρ ονοίας εἰσῆχθαί φησι τούτο υ χάρ ιν, οὐκ εὐκαιροῦμεν ἐξετάζειν· εἰ δ' ,ὡς τὸ πῦρ φύσει καυστικὸν τῶι φύσιν ἔχειν καυστικὴν προσαγορεύομεν, οὕτω καὶ τ ὸ μέλος ἀξιοῖ, τὰ μηδὲ διανοητὰ ψεύδεται· τὸ μὲν γὰρ π αρίστασθαι πρὸς τὰς πρ άξεις ὁρμᾶν ἐστιν καὶ προαιρεῖσθαι· τὸ δὲ μέλος οὐ δ ὲ παρακαλοῦν, ὥσπερ ἔφασ α ν, οὐδὲ νοεῖται προαιρέσεις ἐμποιοῦν*· ἅμα δ' ἄλλους παρ ῆγ ε ν οὐδὲ προστ ατων μ έλο ς ἐκλύειν οὐδὲ ῥ αι θυμίαν πα