Ancient Greek · ~4 min
Column 128
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 128
Not analysed yet
εὐγενῶν πρεπώδη, τὰ δ' ἑταιρῶν οὐκ ἔστιν φύσει, ε ἰ μὴ κατὰ δ ιατάξεις κενάς. Οὐδ' οὗτος ὑποδείγματα παρέθηκε τοιούτων, ἀλλὰ διανοημάτων μόνον (φατικῶς συμπαρέσυρε καὶ τὸ μέλοσʼ, οὐδὲ τοὺς νέους τοῖς μέλεσι διαφθείροντας παρέδειξεν τὸν Ἴβυκον καὶ τὸν Ἀνακρέοντα καὶ τοὺς ὁμοίους, ἀλλὰ τοῖς διανοήμασι· καὶ γὰρ ἃ Περσαῖος ὀνόματ' ἔλεγε, τούτοις ἔθρυπτεν, εἴπερ ἄρα· μέλος δ' ἀκόλουθον ἐν ποιότητι φωνῆς τ ι πυ ρῶδες οὐ δύνατ' εἶναι*. Δι όπερ οὐ διὰ μελῶν ὁμοίων, ἀλλ' ὀνομάτων καὶ διανοημάτων ἀρέσκεσθαι καὶ τοὺς ἐρωμένους, εἰ θέλουσιν, ὁμολογήσομεν*, τὸν δ' Ἀριστοφάνην τοὺς ἀρχαίους ἀποφαίνειν ἐνκεκλασμένηι, καθάπ ερ οἱ παλαιοί, τῆι φωνῆι χρῆσθαι καὶ τοῖς ὀφθαλμοῖς πρ οαγωγεύειν ἑαυτούς, ο ὐ τοῖς μέλεσιν· εἰ δὲ τούτοις ἔλεγεν, κλαίειν αὐτῶι προστ άξομεν. Ταῦτα γὰρ οὔτ' εἰς ἅ φησιν, ὥσπερ ἀδίσταστα ἔχων, ἐκκαλεῖθ' ,ὅσον ἐφ' αὐτοῖς, οὔτε πρὸς συνουσίας κακὰς καὶ ἄνδρας καὶ γυναῖκας, καὶ νέους ὡραίους πρὸς γυναικισμόν· οὔτε γὰρ οὗτος οὔθ' οἱ κωμικοὶ παρέδειξάν τι τῶν Ἀ γάθωνος καὶ Δημοκρίτου τοιοῦτον, ἀλλὰ μόνον λέγουσιν, οὐ δ ὲ Νίκανδρος, οὗ τεκμήριόν τι παρέστησε διὰ τῶν α ὐτῶ ν, ἀλλ' ἐπλάνη