Ancient Greek · ~4 min
Column 134
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 134
Not analysed yet
τ ιους ἐπὶ τ ῶ ν ἀγών ων ἔτερπεν ὁ Τέρπ ανδρος· τοὺς δὲ Λάκωνας ἀπείθειν προαιρουμένους τῶι μαντείωι, καὶ λόγωι δ' ἴσως προαχθέντας ἀποτεθεῖσθαι τὴν στάσιν. Ἀλλὰ μὴν καὶ τὸ μὲν κατὰ Στησίχορον οὐκ ἀκριβῶς ἱστόρηται, τὸ δὲ Πινδάρειον εἰ τῆς διχονοίας ἐπαυσ εν οὐκ οἴδαμεν· εἰ δ' οὖν ἑκάτερον ἐγένετο, διὰ λόγων κατεσκευασμένων ποιητικῶς ἔπ ε ισαν, οὐ διὰ μελῶν· ἔτι δ' ἂν καθίκοντο μᾶλλον, εἰ διὰ πεζῶν ἀπέτρεπον· οὐ γὰρ αὐτοὺς ἀπεῖργε φόβος παρανομίας, καθάπερ Σόλωνα περὶ Σαλαμῖνος ὡς μαινόμενον συμβουλεύσαν τ α δι' ἐλεγείας· τὸ δ' ἐκ τῶν Ἐπιγόνων μέλος ὑπογράφωμεν οὐκ ἀπιθανωτέραν ἄλλην διάνοιαν*· ἀλλ' ἐῶμεν ὡς οὐ τὸ ςα μετὰ τῆς ἐπισημασίας τοῦ κωμωδογράφο υ κόν ἐστιν. Ὥστ' ,ἐφ' ἃ γράφει περ ὶ τῆς εὐσεβείας μεταβάντες, λέγωμεν ὡς εἰ, χάριν το ῦ τιμᾶσθαι τὸ θεῖον διὰ μουσικῆς ὑπὸ τῶν πολλῶν, οἰκείαν εἶναι τὴν μουσικὴν τῆς εὐσεβείας οἰησόμε θα, καὶ μαγειρικὴν οἰησόμεθα καὶ στεφανοποικὴ ν κ αὶ μυρεψικὴν καὶ σιτοποικήν, ἔτι δὲ γεωργίαν, οἰκοδομικήν, γραφικήν, πλαστικήν, τὰς ἄλλας ὅλως τέρπειν τὸ θεῖον ποιτο φιλοσοφ ηπερ