Ancient Greek · ~5 min
Column 135
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 135
Not analysed yet
δι' αὐτῆς οὐδὲ εἷς τιμᾶι καὶ διότι κατὰ τοὺς Στωικοὺς οἱ πολλοὶ θεοῖς ὄντες ἐχθροὶ καὶ ἀνόητοι τὰς ἀληθε ινὰς τιμὰς τῶν κ ρατίσ των οὐδ' ὠνειροπολήκασιν*, καὶ πρὸς τούτοις ὅτι διὰ τῶν ποημάτων γ ε μᾶλλον γίνεται τιμή, βραχεῖαν δὲ τὸ μέλος ἔχει πρόσθεσιν*· καὶ τὸν Πίνδαρον οὕτω νομίζειν, ὅτ' ἔφη θύσων ποιε ῖ σ θαι διθύραμβον, ἀλλὰ δὴ καὶ τὸν τὰ μέλη διατάττον τα τῶν θεῶν ἑκάστωι κωμικόν*· εἰ δ' ἑτέρως, ἀφετέους εἶναι σὺν τοῖς ἄλλοις τοῖς γε ληροῦσι τῶν μουσικῶν, εἰ μὴ Διογένης ἄρα συνεπείθετο καὶ τῶι τῶν θεῶν ἑτέρους ἕτερα μέλη προσίεσθαι καὶ πρέπειν ἑκάστοις ἴδια. Καὶ τί δεῖ τἆλλα θαυμάζειν αὐτοῦ; καὶ πρὸς σύνε σιν γὰρ εὐχρησ τεῖν ε ἴ ρ η ται τῶι καὶ ὅρους κ αὶ δια ι ρέσεις καὶ ἀποδείξεις πολλὰς ὑπαρχεῖν ἐν ἁρμονικῆι· καθάπερ, ὅτι μουσικοὶ δ ιώρισάν τι τούτων ἧι συ νημμένον, ἄλλως, κατ' αὐτὸν, ἢ διαλεκτικῶς ἐπιτυ γχάνεσθαι ἐ κ τῶν παρὰ τοῖς μουσικοῖς οἷ ς ἦν συνετόν τι καταγελάστως ἐκκειμένων*· ἢ, πολλῶν ἐμπειριῶν ἀρχομένων τούτοις περὶ ἃς ἐξέσται πάσας ἀναλόγως φιλοτεχνεῖν, τοιαῦται ἐμπειρίαι εὐχρηστίαν πρὸς σύνεσιν ω ς