Ancient Greek · ~5 min
Column 136
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 136
Not analysed yet
θ λν εὑρήσει τοιαύτης, εἰ καὶ μὴ ταῦτα προσποιουμένας, τινὰς δὲ καὶ βαθείας, ἀλλ' οὐχὶ περὶ πάσας ἀξιώσει φιλοτεχνεῖν*· εἰ δὲ τὴν ἀπὸ φρονήσεως, οὐδὲν ἐπιδείξει τὰ τῶν μουσικῶν πρὸς ταύτην συνεργοῦντα μᾶλλον ἢ τὰ τῶν ἄλλων ἀκριβώματα. Τῆι δὲ κριτικῆι λέγων παραπλησίαν τινὰ θεωρίαν ἔχειν τοὺς φιλομουσοῦντας, οὐ μόνον ἀγνοεῖ καθόσον, ὡς ἐμ μέλεσι καὶ ῥυθμοῖς πρέποντος καὶ ἀπρεποῦς ὄντος καὶ καλοῦ καὶ αἰσχροῦ, κριτικὴν αὐτῶν ἀπέλειπε θεωρίαν, ἀλλὰ καὶ καθόσον, εἴ τι τοιοῦτον ἦν, οὐχὶ τοῖς φιλοσοφοῦσιν ἀπεδίδου τὴν κρίσιν, καί, νὴ τὸν Δία, καθόσον τὴν κριτικήν, ἧι τι παραπλήσιον ἔχειν τὴν μουσικὴν ἔφασκεν, οὐχὶ τούτοις, ἀλλὰ τοῖς ὀνομαζομένοις κριτικοῖς συν εχώρει· καὶ τῆι ποητικῆι δὲ γράφων ἀναλόγως ἔχε ιν κατά τε τὴν μίμησιν καὶ κατὰ τὴν ἄλλην εὕρεσιν· κατὰ μὲν τὴν μίμησιν οὐκ ἂν ἀπέδειξεν· κατὰ δὲ τὴν εὕρεσιν οὐ ταύτηι μ ᾶλλον ἢ ταῖς ἄλλαις τέχ ναις. Κατὰ μέντοι τὸ γράφεσθαι καὶ ἀνταποδιδόναι τὸ μέλος, ἔστω τι παραπλήσιον αὐτῆς καὶ τῆι γραμματικῆι· τί γὰρ δεῖ φθονεῖν α ὐ τ ῶι γινομένωι περὶ τοιαύτας ἀναλογίασ*; Εἰ δὲ π ρὸς τό τε ἄιδειν καὶ κιθ α ρίζ ε ιν ς ν τ ι ο