Ancient Greek · ~4 min
Column 137
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 137
Not analysed yet
θ' ὑποκρίσει δῶμεν αὐτῶι καὶ ὑποκριτικῆι . Λέγωμεν δ' ,εἰ κα ὶ τὰ πάντα προφανῆ τὴν οἰκειότητ' ἔχει πρὸς ἀγχίνοιαν καὶ σύνεσιν, ἀναγκαῖον ἡμῖν ἀναφαίνεσθαι τὸ καὶ περὶ ἐκείνας φιλοτεχνεῖν καὶ περὶ ζωγραφίαν καὶ πλαστικήν· καὶ γὰρ αὗται πρός τε ταύτας ἀναλογίας ἔχουσι καὶ πλείον' ἄλλα συνέσεως οἰκεῖα*, καὶ πολλαὶ δ ὴ ἄλλαι τῶν τεχνῶν. Οἱ δὲ περὶ τὸν Ἀρχέστρατον, καὶ φιλόσοφα λέγοντες εἶναι τῆς μουσικῆς τὰ περὶ τ ῆ ς φων ῆς καὶ φθόγγου φύσεως καὶ διαστήματος καὶ τῶν ὁμοίων, ἀνυπομένητοί τινες ἦσαν, οὐχ ὅτι μόνον εἰς ἀλλοτριωτάτην ἐνέβαινον θεωρίαν καὶ παιδαριωδῶς ἐλάλουν ὑπὲρ αὐτῶν καὶ πρὸς τὴν ἐπιστήμην ἀχρήστως, ἀλλὰ καὶ διότι μό νο ι ἀπεφήναντο μουσικὴν τὴν τούτων θεωρίαν . Ἃ μέντοι Διογένης φησὶν κατανοήσαντας ἡμᾶς, ἀναγεγραμμένα παρ' Ἡρακλείδηι περὶ πρέποντος μέλους καὶ ἀπρεποῦς καὶ ἀρρένων καὶ μαλακῶν ἠθῶν καὶ πράξεων ἁρμοττουσῶν καὶ ἀναρμόστων τοῖς ὑποκειμένοις προσώποις, οὐ μακρὰν ἀπηρτημ ένως τοῦ φιλοσοφ εῖν, πείθεσθαι τῶι πρὸς πολλὰ μέρη τοῦ βίου χρησιμ εύειν τὴν μουσικὴν καὶ τὴν πε