Ancient Greek · ~4 min
Column 138
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 138
Not analysed yet
ρὶ αὐτὴν φιλοτεχνίαν οἰκείως διατιθέ ναι πρὸς πλείους ἀρετάς, μᾶλλον δὲ καὶ πά σας, ἐκθέντες ἡμεῖς ἐν τῶι τρίτωι τῶν ὑπομνημάτων καὶ τὰ παρ' ἄλλοις δὲ συγγενῶς εἰρημένα, παρεδείξαμεν ὅσης ἐστὶν γέμοντα ληρείας. Καταγέ λαστον τοίνυν καὶ τὴν περὶ δικαιοσύνης ἐνίων ὑπόληψιν ενιων εἶναι συμβέβηκεν*· οὐδὲ γὰρ ἐπινοητὸν ἀκοῆς ἀλόγου μόνης κινητικὰς φωνὰς συμβάλλεσθαί τι πρὸς διάθεσιν ψυχῆς θεωρητικὴν τῶν λυσιτελῶν καὶ ἀλυσιτελῶν πρὸς τὰς ἀλλήλοις συμπο λ ιτείας καὶ τῶν μὲν αἱρετικήν, τῶν δὲ φευκτικήν, δι' ὧν εἰώθαμεν ὑπογράφειν θεωρημάτων . Τὰ δ' ἐ π ιχειρήματα τῆι δόξηι παραπλήσια φαίνεται· καὶ γὰρ εἰ Πλάτων ἔλεγε πρὸς δικαιοσύνην ὠφελεῖν, ἀπόδειξιν ἂν παρ' αὐτοῦ προσε δεχόμ εθα· νῦν δ' ὅμως ἀναλογεῖν φησιν τῶι μουσικῶ ι τὸν δίκαιον, οὐ τὸν μουσικὸν δίκαιον εἶναι, καθάπερ οὐδὲ τὸν δίκαιον μουσι κόν οὐδὲ συνεργεῖν οὐδέτερον οὐδετέρωι πρὸς τὴν οἰκείαν ἐπιστήμην*· τάχα δὲ καὶ τῶι σκυτοτόμωι καὶ ζ ῶγράφωι καὶ παντὶ τέ χ νης ἐπιστήμονι τὸν μ ου σικ ὸν ἔλεγεν ὡμοιῶσθαι καθόσον ο ὐδ' ἐ ν αὐτῆι τοῦ τεχνίτου πλέον ἔχε ι ν ἐθέλει· καὶ δὴ γὰρ ουτω ν αν--